Monday, June 2, 2014

April 20, 2014 Specials


Divine Liturgy Specials on Sunday, April 20, 2014

Sunday of Pascha: The Lord’s Life-Bestowing Resurrection

Ven. Theodore Trichinas; Zacchaeus, Apostle; Athanasios of Meteora (†1310)

Ἦχος πλ. Α´
Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον
Hreestos anesti ek nekron, thanato thanaton
πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος
pateesas, ke tis en tis mneemasi zoeen harisamenos (τρίς).
Ἀντίφωνον α´ –  Ἦχος β´
1 Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
2 Ψάλατε δή τῷ ὀνόματι αὐτοῦ δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.  Εἴπατε τῷ Θεῷ· Ὡς φοβερά τά ἔργα σου.
3 Πᾶσα ἡ γῆ προσκυνησάτωσάν Σοι καί ψαλάτωσάν Σοι.  
    Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Ἀντίφωνον β´ – Ἦχος ὁ αὐτός
1 Ὁ Θεός οἰκτειρῆσαι ἡμᾶς καί εὐλογῆσαι ἡμᾶς. Ἐπιφᾶναι τό πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς καί ἐλεῆσαι ἡμᾶς
2 Τοῦ γνῶναι ἐν τῇ γῇ τήν ὁδόν Σου ἐν πᾶσιν ἔθνεσι τό σωτήριόν Σου.
3 Ἐξομολογησάσθωσάν Σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν Σοι λαοί πάντες.
    Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Δόξα... Καὶ νῦν... Ὁ Μονογενὴς Υἱός...
Ἀντίφωνον γ´ –  Ἦχος πλ. α´
1 Ἀναστήτω ὁ Θεός, καί διασκορπισθήτωσαν οἱ ἐχθροί αὐτοῦ, καί φυγέτωσαν ἀπό προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
2 Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρός ἀπό προσώπου πυρός.  Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοί ἀπό προσώπου τοῦ Θεοῦ καί οἱ δίκαιοι εὐφρανθήτωσαν. 
3 Αὕτη ἡ ἡμέρα, ἥν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καί εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος.
Εἰσοδικόν – Ἦχος β´
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τόν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἀναστάς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Ἦχος πλ. α´
Χριστός ἀνέστη ἐκ νεκρῶν…
Ἡ Ὑπακοή –  Ἦχος δ'
Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα· δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων.
Κοντάκιον –  Ἦχος πλ. δ'
Εἰ καί ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ ᾍδου καθεῖλες τήν δύναμιν· καί ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε· καί τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἀντί τοῦ Τρισαγίου:
 Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
Εἰς τό ᾽Εξαιρέτως: Ἀντὶ τοῦ «῎Αξιόν ἐστιν...»,
Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· Ἁγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.  Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Κοινωνικόν: Ἀντὶ τοῦ «Αἰνεῖτε...».
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.
 
Ἀντὶ τοῦ «Εἴδομεν τό φῶς...», Χριστός ἀνέστη…
 
Καί ἀντί τοῦ «Εἴη τό ὄνομα Κυρίου», Χριστός ἀνέστη… (τρίς).
Μετά τὸν Κατηχητικόν Λόγον τοῦ Ἱεροῦ Χρυσοστόμου·
Ἀπολυτίκιον τοῦ  Ἱεροῦ Χρυσοστόμου –  Ἦχος πλ. δ'
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῶ κόσμω θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν, Ἀλλὰ σοὶς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῶ Λόγῳ Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Ἀπόλυσις Διαλογική·
«Ὁ ἀναστάς ἐκ νεκρῶν...».
Ὁ Ἱερεύς πρός τόν λαόν: «Χριστός ἀνέστη!»
Ὁ Λαός: «Ἀληθῶς ἀνέστη!» (τρίς).
Ὁ Ἱερεύς: «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει!»
Ὁ Λαός: «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν!»
Ὁ Ἱερεύς: «Χριστός ἀνέστη...» (ὅλον), καί
Ὁ Λαός: «Ἀληθῶς ἀνέστη ὁ Κύριος!»
 
ΠΑΣXAΛIΟΣ AΣΠAΣMOΣ
Χριστός ἀνέστη!  Ἀληθῶς ἀνέστη!
Hreestos anesti!  Aleethos anesti!
Romanian: Hristos a inviat!  Adevarat a inviat!
Russian: Hristos voskrese!  Voistinu voskrese!
Arabic: Al masihu qam!  Haqqan qam!
Ethiopian: Hristo tanasa!  A o tanasa!
Tone 5
Christ is risen from the dead, by death, trampling down upon death, and to those in the tombs He has granted life (thrice).
Divine Liturgy Hymnal, p. 16:  ANTIPHON I – Tone 2
1 Shout with joy to the Lord, all the earth.  [Psalm 65:1]
2 Sing now to his Name, give glory in his praises.  Say to God: How awesome are your deeds!  [Psalm 65:2-3]
3 Let all the earth worship you and sing to you.  [Psalm 65:4]
    Through the intercessions of the Theotokos, O Savior, save us.
Divine Liturgy Hymnal, p. 18:  ANTIPHON II – Same tone
1 May God be gracious to us and bless us.  May He make his face to shine upon us and have mercy on us.  [Psalm 66:2]
2 May Your way be known upon the earth, may Your salvation be known among all the nations.  [Psalm 66:3]
3 May the peoples praise You, O God, may You be praised by all the peoples.  [Psalm 66:4]
    Save us, O Son of God, Who is risen from the dead; who sing to You.  Alleluia.
Glory… Both now… O, only begotten Son…
Divine Liturgy Hymnal, p. 24:  ANTIPHON III – Tone 5
1 Let God arise and let his enemies be scattered, and let those who hate him flee from before his face.  [Psalm 67:2]
2 As smoke vanishes, so let them vanish; as wax melts at the presence of fire.  So let sinners perish at the presence of God; and let the righteous be glad.  [Psalm 67:3-4]
3 This is the day which the Lord has made; let us rejoice and be glad in it.  [Psalm 117:24]
Tone 5
Christ is risen from the dead, by death, trampling down upon death, and to those in the tombs He has granted life.
EISODIKON –Tone 2
In the great congregations bless God, the Lord from Israel’s fountains.  [Psalm 67:27]
Save us, O Son of God, Who is risen from the dead; who sing to You. Alleluia.
Tone 5
Christ is risen from the dead, by death, trampling down upon death, and to those in the tombs He has granted life.
THE HYPAKOE of Pascha – Tone 4
Mary and her companions came before the dawn and found the stone rolled away from the sepulcher and heard from the angel: Why do you seek the One who dwells in eternal light as a mortal man among the dead? Behold the grave clothes. Go quickly and proclaim to the world that the Lord is risen and has put death to death; for he is the Son of God, the Savior of mankind.                                  (FEH)
KONTAKION of Pascha – Tone 8
Though you did descend to the tomb, O Immortal One, yet you overthrew the power of Hades. O Christ God, and you rose victorious from the dead! You greeted the ointment-bearing women with “Rejoice!” and bestowed peace upon your disciples, and resurrection to those who had fallen.
DLH, p. 26: Instead of TRISAGION.
As many as have been baptized into Christ, have put on Christ.  Alleluia.
DLH, p. 54: AT THE Especially…, instead of It is truly meet…
The angel addressed the Maiden Full of Grace: O pure Virgin, rejoice; and again I shall say rejoice.  For your son has risen from the tomb on the third day.  Shine, shine, O new Jerusalem; for the glory of the Lord has dawned upon You.  Dance now and be glad, O Zion.  As for you, O pure Theotokos, delight in the Resurrection of your Son.
DLH, p. 66:  KOINONIKON: instead of “Praise the Lord…”
Partake of the Body of Christ, taste the fountain of immortality.  Alleluia.
Divine Liturgy Hymnal, p. 70:
After Communion, instead of “We have seen the true light…”
Christ is risen…
Also instead of “Blessed be the Name of the Lord…”
Christ is risen… (thrice).
After the Catechetical Oration of the Divine Chrysostom:
APOLYTIKION of Saint John Chrysostom – Tone 8
The grace that shone forth from your mouth like a torch has enlightened the universe; it has bequeathed to the world the treasures of your disregard for wealth and it has shown to us the summit of your humility. While you continue to instruct us by your words, O Father John Chrysostom, intercede to the Word, Christ our God, that He may save our souls.
DLH, p. 78: THE DISMISSAL IN DIALOG:
May He Who is risen from the dead, Christ...
PRIEST TO THE PEOPLE: Christ is risen!
PEOPLE: Truly, he is risen! (Thrice)
PRIEST: Glory to His holy third day resurrection!
PEOPLE: We worship His third day resurrection!
PRIEST: Christ is risen… (in its entirety), and
PEOPLE: Truly the Lord is risen!
 
PASCHAL GREETING
Christ is risen!  Truly, he is risen!
Latin: Christus resurrexit!  Vere resurrexit!
Spanish: Cristo ha resucitado!  En verdad ha resucitado!
German: Kristus ist auferstanden!  Sicherlich ist er auferstanden!
French: Le Christ est ressuscite!  En verite il est ressuscite!
This insert is a gift from our Byzantine School.  We invite you to join us on the last Wednesday of each month at 6 pm, as we explore the selection of liturgy “specials” for each week, and other issues related to the liturgical services of our Church.  Next mtg: 4/30/14!    
Please consult the Sunday Bulletin for our regular announcements, or contact Tasos Ioannides, ioanniam@uc.edu or (513) 556-3137. 
Translation Sources: DLH= Divine Liturgy Hymnal; FSD=Fr Seraphim Dedes; KL=Kevin Lawrence; FEH =Fr Edward Hughes; FEL=Fr Ephraim Lash.

 

April 13, 2014 Specials


Divine Liturgy Specials on Sunday, April 13, 2014

Palm Sunday: Triumphal Entry of the Lord into Jerusalem

Martinus, Pp Rome (†655); Artemon of Laodicea (†303); Thomais of Egypt (†476)

Ἀντίφωνον α´ – Ἦχος β´
1 Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
2 Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾍδου εὕροσάν με.  Θλῖψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.
3 Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.
    Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
 
Ἀντίφωνον β´ – Ἦχος ὁ αὐτός
1 Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγώ δέ ἐταπεινώθην σφόδρα.
2 Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ων ἀνταπέδωκέ μοι;  Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
3 Τάς εὐχὰς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.   
    Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Δόξα... Καὶ νῦν... Ὁ Μονογενὴς Υἱός...
 
Ἀντίφωνον γ´ – Ἦχος α'
1 Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
2 Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.  Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
3 Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τόν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
 
Ἀπολυτίκιον – Ἦχος  α'
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἥγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Εἰσοδικόν – Ἦχος β´
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.  Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
 
Ἀπολυτίκιον – Ἦχος  α'
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἥγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Ἕτερον –  Ἦχος δ'
Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
 
Κοντάκιον –  Ἦχος πλ. β' Αὐτόμελον
Τῷ θρόνω ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι, Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
 
Τρισάγιον.
Εἰς τό ᾽Εξαιρέτως: Ἀντὶ τοῦ «῎Αξιόν ἐστιν...»,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαϊων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.
 
Κοινωνικόν: Ἀντὶ τοῦ «Αἰνεῖτε...».
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα.  
 
Ἀντὶ τοῦ «Εἴδομεν τό φῶς...», Τὴν κοινὴν Ἀνάστασιν…
Ἀπόλυσις:
Ὁ ἐπί πώλου ὄνου καθεσθῆναι καταδεξάμενος διά τήν ἡμῶν σωτηρίαν, Χριστός...
Divine Liturgy Hymnal, p. 16:  ANTIPHON I – Tone 2
1 I have loved the Lord for He will hear the voice of my supplication.  [Psalm 114:1]
2 The pangs of death have engulfed me, the perils of Hades have come upon me; I am besought with distress and anguish, whence I called upon the Lord’s name. [Ps 114:3-4]
3 I will act acceptably before the Lord in the land of the living.  [Psalm 114:9]
    Through the intercessions of the Theotokos, O Savior, save us.
Divine Liturgy Hymnal, p. 18:  ANTIPHON II – Same tone
1 I believed, therefore I spoke; yet I was exceedingly humbled.  [Psalm 115:1]
2 What shall I render to the Lord in return for all his bounty to me?  I will partake of cup of salvation and I will call upon the name of the Lord. [Psalm 115:3-4]
3 I will fulfill to the Lord my prayerful promises to the witness of His entire people. [Psalm 115:9]
     Save us, O Son of God, Who was seated on the foal of a donkey, who sing to You.  Alleluia.
Glory… Both now… O, only begotten Son…
Divine Liturgy Hymnal, p. 24:  ANTIPHON III – Tone 1
1 O Give thanks to the Lord, for he is good; for his mercy endures for ever. [Psalm 117:1]
2 Let now the house of Israel say that he is good; for his mercy endures for ever. Let now the house of Aaron say that he is good; for his mercy endures for ever. [Psalm 117:2-3]
3 Let now all who fear the Lord say that he is good; for his mercy endures for ever.  [Psalm 117:4]
APOLYTIKION of Palm Sunday – Tone 1
To confirm the general resurrection before your passion, you resurrected Lazarus from the dead, O Christ our God.  Therefore imitating the children, carrying symbols of victory, we cry out to you the victor over death: “Hosanna in the highest!  Blessed are you, the One who comes in the name of the Lord.”                                                        (FSD)
EISODIKON –Tone 2
Blessed is he who comes in the name of the Lord; God is the Lord, and has appeared to us.  Save us, O Son of God who was seated on a donkey’s colt, who sing to You. Alleluia.
APOLYTIKION of Palm Sunday – Tone 1
To confirm the general resurrection before your passion, you resurrected Lazarus from the dead, O Christ our God.  Therefore imitating the children, carrying symbols of victory, we cry out to you the victor over death: “Hosanna in the highest!  Blessed are you, the One who comes in the name of the Lord.”                                                        (FSD)
Another of Palm Sunday – Tone 4
We were buried with you through Baptism, O Christ our God, and thus by your resurrection we have been granted immortal life, and extolling you we cry aloud: “Hosanna in the highest!  Blessed are you, the one who comes in the name of the Lord.”                                                                (FSD)
KONTAKION of Palm Sunday – Tone 6
In heaven upon the throne, on earth upon the foal, You were carried, O Christ our God; and the praise of the angels and the hymns of the children you received as they cried to you:  “Blessed are you, the One who is coming to call Adam back again.”                                                       (FSD)
Divine Liturgy Hymnal, p. 26:  TRISAGION.
DLH, p. 54: AT THE Especially…, instead of It is truly meet…,
God is the Lord, and He appeared to us.  O Christians, ordain a feast and with exultant joy come let us magnify the Christ, waving our palm-leaves and branches, crying aloud in hymns: “Blessed is the One who comes, in the name of the Lord, our Savior.”                                           (FSD)
DLH, p. 66:  KOINONIKON: instead of “Praise the Lord…”
Blessed is He who comes in the Lord’s name.  Alleluia.  [Psalm 117:26]
Divine Liturgy Hymnal, p. 70:
After Communion, instead of “We have seen the true light…”,
To confirm the general resurrection...
DLH, p. 78:  THE DISMISSAL
May He who condescended to sit on the foal of a donkey for our salvation, Christ...
During the Lenten season the Church puts special emphasis on the Sacrament of Confession. This time of year before the great Resurrection feast is especially suited for the re-ordering of our lives, and the reflecting on our sinful nature — a sort of internal house-cleaning. Attendance at Lenten services makes this call to repentance obvious to us. As much as the Sacrament of Confession is emphasized during Lent, so much do people resist it. Confession is often put off until the last minute; all sorts of excuses for not making confession at all are manufactured. In my years as a priest I have encountered numerous people who had a genuine fear and actual abhorrence of private confession to a priest. There are many people who would enthusiastically perform any penance and any degree of fasting in sorrow for past sins, but at the same time would try desperately to avoid having to confess their sins. The reaction is natural. Who enjoys humiliating himself in front of another human being? Who wants to divulge his most evil thoughts and actions to another?
Confession is truly the unpleasant sacrament. Yet it is a necessary medicine to the condition of our lives, and what
medicine is ever pleasant? Not only is the Sacrament of Confession unpopular; it is also in a terrible state of confusion. There exists, unfortunately, no uniformity in its practice in the Church. In some Orthodox parishes it is practically ignored, in other parishes confession is required before each reception of Holy Communion. In some places “general confession” is practiced; in other places the faithful can come and ask for absolution without ever having mentioned a single thing about their personal sins. The reasons for this confusion and lack of uniformity even in the understanding of the nature and function of this sacrament are complicated. Let us simply establish for now that the sacrament exists. Human nature being what it is, we try to rationalize away those things we find unpleasant. So it is with the Sacrament of Confession. For centuries men have tried to minimize this sacrament, or even to do away with it entirely. My spiritual child, I, a humble man and a sinner, do not have power in myself to forgive the sins of men on earth, may Christ forgive all you have confessed or failed to confess out of ignorance or forgetfulness.       FR A. BASSOLINE (1979) www.orthodoxresearchinstitute.org
This insert is a gift from our Byzantine School.  We invite you to join us during our special Holy Week services, including The Nymphios, Holy Unction, The 12 Gospels, and The Epitaphios, leading to H. Pascha.  Our regular meetings will resume on 04/30/14! 
Please consult the Sunday Bulletin for our regular announcements, or contact Tasos Ioannides, ioanniam@uc.edu or (513) 556-3137.  Translation Sources: DLH= Divine Liturgy Hymnal; FSD=Fr Seraphim Dedes; KL=Kevin Lawrence; FEH=Fr Edward Hughes; FEL=Fr Ephraim Lash.